Η ΕΛΛΑΣ ΔΕΝ ΕΙΝΑΙ ΥΛΗ , ΟΥΤΕ ΧΩΡΟΣ, ΔΙΑ ΝΑ ΤΗΝ ΚΑΤΑΛΑΒΟΥΝ ΚΑΙ ΝΑ ΤΗΝ ΕΞΟΥΘΕΝΩΣΟΥΝ. ΣΥΜΒΟΛΙΖΕΙ ΚΑΙ ΕΙΝΑΙ ΤΟ ΑΙΩΝΙΟΝ , ΤΟ ΑΘΑΝΑΤΟΝ , ΤΟ ΑΔΕΣΜΕΥΤΟΝ ΠΝΕΥΜΑ , ΤΟ ΟΠΟΙΟΝ ΟΥΤΕ ΣΥΛΛΑΜΒΑΝΕΤΑΙ , ΟΥΤΕ ΥΠΟΤΑΣΣΕΤΑΙ , ΟΥΤΕ ΑΠΟΘΝΗΣΚΕΙ.

ΙΩΑΝΝΗΣ ΠΑΣΣΑΣ



Σάββατο 2 Μαρτίου 2019

...πρός Ὄλυμπον ἀπό χθονός εὐρυοδείης λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλόν ἀθανάτων μετά φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους Αἰδώς καί Νέμεσις· ...


Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.

αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,
σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέν κεν οἵ γε
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν·
{χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει·}

οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου
οὐδ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί· καὶ αἰδὼς
οὐκ ἔσται, βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα
μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.

ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης.
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους

Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
θνητοῖς ἀνθρώποισι· κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.

ΗΣΙΟΔΟΣ




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τό Ναύπλιον

ΠΛΑΤΩΝ

ΘΕΜΑΤΑ

Χρονοχάρτης τῶν πυρηνικῶν δοκιμῶν ἀπὸ τὸ τέλος τοῦ Β’ΠΠ μέχρι τὸ 2000

.

.

ΖΟΥΝ ΑΝΑΜΕΣΑ ΜΑΣ